Κυριακή 27 Απριλίου 2014

Ἅγιος Ἰωάννης Χρυσόστομος Εἰς τὴν Καινὴν Κυριακὴν καὶ εἰς τὸν Ἀπόστολον Θωμᾶν


Εικόνα: http://aktiston.blogspot.gr/





Ἥκω τὸ περιλειφθὲν ὄφλημα καταβαλεῖν ἐπειγόμενος. Εἰ γὰρ καὶ πένης εἰμὶ, ἀλλὰ τὴν εὐγνωμοσύνην ὑμῶν ἐκβιάζομαι. Ὑπεσχόμην ὑποδεικνύναι τοῦ Θωμᾶ τὴν ἀπιστίαν· καὶ δὴ πάρειμι ταύτην ἀποδώσων ὑμῖν· προθυμοῦμαι γὰρ τὰς πρώτας ὀφειλὰς πρῶτον ἀποτιννύειν, ἵνα μὴ τοῖς ἐπισυναγομένοις τόκοις κατασχεθῶ. Συμπράξατε οὖν μοι πρὸς τὴν τοῦ χρέους καταβολὴν, καὶ καθικετεύσατε τὸν Θωμᾶν, ἵνα τὴν ἁγίαν αὐτοῦ δεξιὰν τὴν ἁψαμένην τῆς τοῦ Δεσπότου πλευρᾶς τοῖς ἐμοῖς χείλεσιν ἐπιθεὶς, νευρώσῃ μου τὴν γλῶτταν πρὸς τὴν ἐξήγησιν τῶν ποθουμένων ὑμῖν. Ἐγὼ δὲ ταῖς πρεσβείαις τοῦ ἀποστόλου καὶ μάρτυρος Θωμᾶ θαῤῥῶν, κηρύττω τὴν προτέραν ἀμφιβολίαν αὐτοῦ, καὶ τὴν δευτέραν ὁμολογίαν, τῆς Ἐκκλησίας ἡμῶν κρηπῖδα τυγχάνουσαν καὶ θεμέλιον. Εἰσελθόντος τοῦ Σωτῆρος πρὸς τοὺς ἑαυτοῦ μαθητὰς κεκλεισμένων τῶν θυρῶν, καὶ πάλιν ἐξελθόντος ὥσπερ εἰσῆλθεν, ὁ Θωμᾶς ἀπελιμπάνετο μόνος. Ἦν δὲ καὶ τοῦτο θείας οἰκονομίας ἔργον, ὥστε τὸν χωρισμὸν τοῦ μαθητοῦ πρόξενον γενέσθαι πλείονος ἀσφαλείας καὶ βεβαιότητος. Εἰ γὰρ παρῆν ὁ Θωμᾶς, οὐκ ἂν πάντως ἀμφέβαλλεν· εἰ δὲ μὴ ἀμφέβαλλεν, οὐκ ἂν περιέργως ἐζήτησεν· εἰ δὲ μὴ ἐζήτησεν, οὐκ ἂν ἐψηλάφησεν· εἰ δὲ μὴ ἐψηλάφησεν, οὐκ ἂν Κύριον καὶ Θεὸν ἀνηγόρευσεν· εἰ δὲ μὴ Κύριον καὶ Θεὸν τὸν Χριστὸν ἀπεκάλεσεν, οὐκ ἂν ἡμεῖς οὕτως αὐτὸν ἀνυμνεῖν ἐδιδάχθημεν. Ὥστε καὶ μὴ παρὼν ὁ Θωμᾶς ἡμᾶς πρὸς τὴν ἀλήθειαν ἐποδήγησε, καὶ παραγενόμενος ὕστερον βεβαιοτέρους περὶ τὴν πίστιν ἐποίησεν.
Ἔλεγον τοίνυν οἱ μαθηταὶ τῷ Θωμᾷ τελευταῖον ἐπεισελθόντι, Ἑωράκαμεν τὸν Κύριον, ἑωράκαμεν τὸν εἰπόντα, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ἑωράκαμεν τὸν εἰπόντα, Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθειᾳ· καὶ τῶν λόγων τὴν ἀλήθειαν εὕρομεν τοῖς πράγμασι λάμπουσαν· ἑωράκαμεν τὸν εἰπόντα, Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι· καὶ τὴν ἀνάστασιν ἰδόντες, τὸν ἀναστάντα προσεκυνήσαμεν· ἠκούσαμεν αὐτοῦ πρὸς ἡμᾶς εἰπόντος, Εἰρήνη ὑμῖν, καὶ τὴν ζάλην τῆς λύπης πρὸς γαλήνης εὐφροσύνην ἐτρέψαμεν· ἐθεασάμεθα τὰς χεῖρας αὐτοῦ τὰς ὑποδεξαμένας τὰς τῶν ἥλων ἀκμάς, ἐθεασάμεθα τὰς χεῖρας τὰς καταβοώσας τῆς λύσσης τῶν θεομάχων κυνῶν, ἐθεασάμεθα τὰς χεῖρας τὰς ὑφανάσας τὴν ἀφθαρσίαν ἡμῖν, ἐθεασάμεθα καὶ τὴν πλευρὰν τὴν παντὸς κήρυκος λαμπρότερον βοῶσαν τὴν εὐσπλαγχνίαν τοῦ πληγέντος· αὐτὴν ἐθεασάμεθα τὴν πλευρὰν, ἣν ὑμνοῦσιν ἄγγελοι, καὶ σέβουσιν οἱ πιστεύοντες, καὶ δαίμονες φρίττουσιν. Ὑπεδεξάμεθα καὶ φύσημα θεῖον ἐκ τοῦ θείου στόματος αὐτοῦ, φύσημα πνευματικόν, φύσημα πάσης χάριτος χορηγόν. Ἐχειροτονήθημεν ἐκ τοῦ Δεσπότου δεσπόται τῆς τῶν πλημμελημάτων ἀφέσεως· ἐγενόμεθα καὶ κύριοι τῆς τῶν ἁμαρτωλῶν κρίσεως, τοιοῦτον ῥῆμα παρ᾿ αὐτοῦ δεξάμενοι σύνθημα· Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται. Τοιούτων λόγων κατετρυφήσαμεν τοῦ Σωτῆρος, τοιούτων δωρεῶν ἀπηλαύσαμεν· οὐ γὰρ ἐνῆν ἡμᾶς μὴ πλουτισθῆναι πλουσίου περιτυχόντας Δεσπότου· σὺ δὲ μό- νος πτωχὸς ἔμεινας μὴ παρών. Τί οὖν πρὸς αὐτοὺς ὁ Θωμᾶς; Ἑωράκατε τὸν Κύριον; καλῶς. Οὐκοῦν ὃν ἐθεάσασθε, μειζόνως σέβεσθε· ὃν κατωπτεύσατε, κηρύττοντες διαγίνεσθε. Ἐγὼ δὲ Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Ἀλλ᾿ ὑμεῖς οὐκ ἂν ἐπιστεύσατε, εἰ μὴ πρῶτον ἐθεάσασθε· οὕτω κἀγὼ, ἐὰν μὴ ἴδω, οὐ πιστεύσω. Ἐπίμεινον, ὦ Θωμᾶ, τῷ τοιούτῳ πόθῳ, σπουδαίως ἐπίμεινον, ἵνα σοῦ βλέποντος ἐγὼ βεβαιωθῶ τὴν ψυχήν· ἐπίμεινον, ζητῶν τὸν εἰπόντα, Ζητεῖτε καὶ εὑρήσετε· μὴ παρέλθῃς ἁπλῶς ἐρευνῶν, ἐὰν μὴ εὑρήσῃς ὃν ζητεῖς θησαυρόν· ἐπίμεινον κρούων τὴν θύραν τῆς ἀναντιῤῥήτου γνώσεως. ἕως ἂν ὑπανοίξη σοι ταύτην ὁ εἰπών· Κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Φιλῶ σου τὴν διχόνοιαν τῶν λογισμῶν, ὡς πᾶσαν διχόνοιαν τέμνουσαν· ἀγαπῶ σου τὸν φιλομαθῆ τρόπον, ὡς πᾶσαν φιλονεικίαν ἐκκόπτοντα· ἡδέως ἀκούω σου πολλάκις λέγοντος· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, οὐ μὴ πιστεύσω. Σοῦ γὰρ ἀπιστοῦντος, ἐγὼ πιστεύειν διδάσκομαι· σοῦ τῇ δικέλλῃ τῆς γλώττης ὀρύττοντος τὰς τοῦ θείου σώματος ἀρούρας, ἐγὼ τὸν καρπὸν ἀπόνως θερίζω καὶ σωρεύω πρὸς ἐμαυτόν. Ἐὰν μὴ ἴδω τούτοις μου τοῖς ὀφθαλμοῖς τοὺς ἐν ταῖς ἁγίαις αὐτοῦ χερσὶν αὔλακας, οὓς ἠροτρίασαν οἱ δυσσεβεῖς, οὐδαμῶς τοῖς ὑμετέροις συνθήσομαι ῥήμασιν· ἐὰν μὴ βάλω τοῦτόν μου τὸν δάκτυλον εἰς τὰ κοιλώματα τῶν ἥλων, οὐκ ἂν τὸ ὑμέτερον Εὐαγγέλιον παραδέξωμαι· ἐὰν μὴ κρατήσω ταύτῃ μου τῇ χειρὶ τὴν πλευρὰν ἐκείνην, τὴν ἀνύποπτον μάρτυρα τῆς ἀναστάσεως, οὐκ ἂν τῷ ὑμετέρῳ πιστεύσοιμι δόγματι. Ἅπας γὰρ λόγος κεκτημένος τὴν ἀπὸ πάντων πραγμάτων συνηγορίαν, ἰσχυρὸς ὑπάρχει καὶ βέβαιος· πᾶσα δὲ φωνὴ τῆς ἀπὸ τῶν ἔργων μαρτυρίας ἐστερημένη, ἐστὶν ἐξίτηλος, ἐκ τῶν χειλέων εἰς τὸν ἀέρα χεομένη. Μέλλω κηρύττειν τοῖς ἀνθρώποις τοῦ διδασκάλου τὰ θαύματα· πῶς οὖν ἃ μὴ παρέλαβον τοῖς ὀφθαλμοῖς, ταῦτα τοῖς λόγοις ἐξείπω; πῶς πείσω τοὺς ἀπίστους πιστεῦσαι, οἷς οὔτε αὐτὸς τέως παρηκολούθησα; Εἴπω τοῖς Ἰουδαίοις καὶ τοῖς Ἕλλησιν, ὅτι Σταυρούμενον μὲν τὸν ἐμὸν Δεσπότην τεθέαμαι, ἀναστάντα δὲ οὐκ εἶδον, ἀλλ᾿ ἤκουσα; καὶ τίς οὐ γελάσει μου τὴν φωνήν; τίς οὐ διαπτύσει τὸ κήρυγμα; Ἕτερον γάρ ἐστιν ἀκοὴ, καὶ ἕτερον ὄψις· καὶ ἕτερόν ἐστι λόγων ἀπαγγελία, καὶ ἄλλο πραγμάτων θέα καὶ πεῖρα. Οὕτως ἀμφίβολον κεκτημένου τὴν γνῶσιν τοῦ Θωμᾶ, μεθ᾿ ἡμέρας ὀκτὼ πάλιν ὁ Δεσπότης πρὸς τοὺς ἑαυτοῦ μαθητὰς συνηθροισμένους ὁμοῦ παρεγένετο. Ἀφῆκε τὸν Θωμᾶν ἐν ταῖς μέσαις ἡμέραις κατηχηθῆναι πρῶτον ὑπὸ τῶν ἑταίρων αὐτοῦ, συνεχώρησεν αὐτὸν ἐκκαῆναι τῷ δίψει τῆς θέας αὐτοῦ· καὶ τῆς ψυχῆς αὐτοῦ σφοδρῶς ἀναφλεχθείσης τῷ πόθῳ τῆς ὄψεως, τότε λοιπὸν εὐκαίρως ὁ ποθούμενος τὸν ποθοῦντα κατέλαβεν. Ὁμοίως δὲ, καθάπερ τὸ πρὶν, τῶν θυρῶν κεκλεισμένων, τοῦτο πεποίηκε, καὶ πάλιν, καθάπερ καὶ πρότερον, εἶπεν αὐτοῖς, Εἰρήνη ὑμῖν, ἵνα καὶ τοῦ πράγματος καὶ τοῦ θαύματος ᾖ ταυτότης, καὶ τῶν ἀποστόλων τὴν ἐπαγγελίαν βεβαιώσῃ, καὶ παραστήσῃ τῆς δευτέρας αὐτοῦ ἐπελεύσεως τὸ ἀκριβές. Εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου. Ὢ φιλανθρωπίας ἀπεράντου ὕψος! ὢ συγκαταβάσεως ἀμετρήτου πέλαγος! Οὐκ ἀνέμεινε τὴν πρόσοδον τοῦ μαθητοῦ, οὐ περιέμεινε τὸν δεόμενον προσελθεῖν καὶ δεηθῆναι καὶ τυχεῖν ὧν ἐβούλετο, οὐκ ἀπεστέρησεν αὐτὸν οὐδὲ πρὸς βραχὺ τῆς εὐχῆς, ἀλλ᾿ αὐτὸς ὁ ἐρώμενος τὸν ἐραστὴν πρὸς τὸν ποθούμενον ἐβίαζεν, αὐτὸς τῇ φωνῇ τὸν δάκτυλον τοῦ ποθοῦντος πρὸς αὐτὸν ἐπεσπάσατο, αὐτὸς τῇ Δεσποτικῇ γλώττῃ τὴν δουλικὴν δεξιὰν εἵλκυσεν εἰπὼν πρὸς αὐτόν· Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου.
Ἤκουσα, Θωμᾶ, μὴ παρὼν ὡς ἄνθρωπος, ἀλλὰ παρὼν ὡς Θεὸς, ἅπερ ἐλάλησας πρὸς τοὺς σοὺς ἀδελφούς· παρήμην ὑμῖν τῇ θεότητι, κεχωρισμένος ὑμῶν τῇ ἀνθρωπότητι. Θέλεις ὑπομνήσω σοι τῶν εἰρημένων πρώην ῥημάτων; οὐκ εἶπας, Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τόπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω; οὐ ταῦτα τὰ ῥήματα διὰ τῶν σῶν ἐῤῥύη χειλέων; οὐ ταῦτα τὰ ῥήματα τυγχάνει τῶν σῶν λογισμῶν; Διὰ ταῦτα πάλιν ἐλήλυθα, δι᾿ ἅπερ ἀμφιβάλλεις· τοῦτο δεύτερον ἐπλησίασα, δι᾿ ἅπερ ἐπιθυμεῖς, ἀφῖγμαι. Καὶ νῦν διὰ σὲ τὸν ἕνα παρεγενόμην πρὸς σὲ, ὁ διὰ τὸ πλανώμενον πρόβατον κατελθὼν ἐκ τῶν οὐρανῶν, καὶ τοὺς οὐρανοὺς μὴ καταλιπών. Μὴ τοίνυν αἰσχυνθῇς μαθεῖν ἃ ποθεῖς, μὴ ἐντραπῇς περιεργάσασθαι ἅπερ ἐπιζητεῖς· μὴ παραιτήσῃ τὸν σὸν δάκτυλον ἐπιβαλεῖν ταύταις μου ταῖς χερσίν. Ἀνέχομαι καὶ δακτύλου περιέργου, ὡς ἠνεσχόμην τῶν ἥλων· ὑπομένω τοῦ φιλοῦντος τὴν περιεργίαν, ὡς ὑπέμεινα τὴν τῶν μισούντων ἐπήρειαν· σταυρούμενος ὑπὸ τῶν ἐχθρῶν οὐκ ἠγανάκτησα, καὶ παρὰ σοῦ ἐρευνώμενος οὐχ ὑποίσω, Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου τὰς τραυματισθείσας ὑπὲρ ὑμῶν, ἵνα θεραπευθῶσιν οἱ μώλωπες τῶν ὑμετέρων ψυχῶν· ἴδε τὰς χεῖράς μου, καὶ λόγισαι κατὰ σαυτόν, πότερον ἐκεῖνός εἰμι ὁ σταυρωθεὶς ἑκὼν, ἢ ἄλλος τις παρ᾿ ἐκεῖνον· ἴδε τὰς χεῖράς μου, ἃς ἔχειν ἀφῆκα τῆς Ἰουδαϊκῆς μανίας τὰ σύμβολα, ἵν᾿ ὅταν συνήθως ἀναισχυντήσωσιν οἱ Ἰουδαῖοι κατὰ τὴν ἡμέραν τῆς κρίσεως, καὶ εἴπωσι πρός με, Ἡμεῖς σε οὐκ ἐσταυρώσαμεν Δέσποτα, ὑποδείξω τοῖς πολεμίοις τὰς χεῖρας ἐν τούτῳ τῷ σχήματι, καὶ τῇ ὄψει καταισχύνωμαι τὰ πρόσωπα τῶν Ἰουδαίων. Ἴδε τὰς χεῖράς μου καὶ τὴν ἀλήθειαν τῆς ἐμῆς ἀναστάσεως· μὴ νομίσῃς φαντασίαν εἶναί τινα. Κράτησον ταύτας τὰς χεῖρας, ὡς ὁμήρους τῆς ὑμετέρας ἀναγεννήσεως· κράτησον ταύτας τὰς χεῖρας, ὡς ἐνέχυρα τῆς ἐκ τῶν μνημάτων ἐπαναδύσεως· κράτησον ταύτας τὰς χεῖρας, ἄγκυραν τοῦ ἐν τῷ ᾅδῃ βυθοῦ. Μὴ φοβηθῇς μηδένα χειμῶνα βιωτικόν, μὴ φρίξῃς μηδεμίαν ζάλην κοσμικὴν, μὴ φοβηθῇς τὰς τῶν ἐναντίων ἀνέμων πνοὰς, μὴ φροντίσῃς τῶν καταιγίδων καὶ τῶν σπιλάδων τῆς τῶν πολεμίων θαλάσσης. Πλέε θαῤῥῶν τοῦ βίου τὸ πέλαγος, πλέε κατέχων τὴν ἄγκυραν τοῦ πνεύματος, πλέε προσέχων ὡς λιμένι τῷ οὐρανῷ, πλέε φοβούμενος μόνον τῆς ἐμῆς ἀρνήσεως τὸ ναυάγιον· γέλα τὸν θάνατον ὡς νεκρόν, παῖζε τὴν φθορὰν ὡς ἀνίσχυρον, ἀσπάζου τὴν δι᾿ ἐμὲ τελευτὴν ὡς ἀρχὴν ἐνδοτέρας ζωῆς, καὶ φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου· ἄντλησον διὰ τῆς σῆς χειρὸς ἐκ τῆς ζωηφόρου μου κρήνης τὸ ποθούμενον πόμα, καὶ τὸ δίψος παραμύθησαι τὸ σόν. Φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου· εἰσάγαγε τὴν σὴν δεξιὰν εἰς τὸ ἰατρεῖον τῆς φύσεως, καὶ ἔκβαλε τὸ φάρμακον τῆς σῆς προαιρέσεως· φέρω χειρὸς φιλούσης ἐπιβολὴν, ὁ δεξάμενος λόγχῃ πληγήν. Φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου, ἵνα ἔχῃς ὑπὲρ αὐτῆς ἀγωνίζεσθαι, ἵνα ἔχῃς λέγειν πρὸς τοὺς ἀντιφθεγγομένους τῇ ἀληθείᾳ, ὅτι μετὰ τὴν ἀνάστασιν εἶδές με καὶ κατέμαθες καὶ ἐψηλάφησάς με ἀκριβῶς. Φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου· διὰ σὲ γὰρ ταύτην οὕτω κατέλιπον, ὁ τῶν ἄλλων τὰ σώματα καὶ τὰς ψυχὰς ἰασάμενος, προειδὼς ὡς Θεὸς, ὅτι θελήσεις αὐτὴν οὕτως ἰδεῖν, ἵνα σὺ τοῦ πάθους τῆς ἐμῆς σαρκὸς τοὺς τύπους ἰδὼν, τῆς σῆς ψυχῆς θεραπεύσῃς τὸ πάθος. Φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου, ἣν οὕτως, ὡς βλέπεις, ἐφύλαξα, ἵν᾿, ὅταν παραγένωμαι πάλιν ἐκ τῶν οὐρανῶν, καὶ καθίσω κριτὴς ζώντων καὶ νεκρῶν, ἴδωσιν οἱ Ἰουδαῖοι τῆς κακῆς αὐτῶν ἐργασίας ἀντιπρόσωπα τὰ ἔργα φαινόμενα, καὶ αὐτοκατάκριτοι γένωνται. Καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Κακὸν ἡ ἀπιστία, βυθίζει τὸν νοῦν. Ἡ πίστις μετεωρίζει τοῦτον εἰς οὐρανόν· ἡ ἀπιστία τυφλοῖ τὴν ψυχήν· ἡ πίστις φωτίζει τοὺς λογισμούς· ἡ ἀπιστία καὶ τὰ ὁρατὰ παρορᾷ· ἡ πίστις καὶ τὰ ἀόρατα καθορᾷ· ὁ ἄπιστος παντάπασιν ἀγνοεῖ. Μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός· ἀποδίωξον τὸ νέφος τῆς ἀπιστίας, καὶ θέασαι τὰς καθαρὰς ἀκτῖνας τῆς πίστεως. Γενοῦ καὶ διὰ πάντων ἀπόστολος τῆς ἐμῆς θεότητος ἄξιος· γενοῦ τοιοῦτος, οἷον εἶναι χρὴ τὸν ἐμοὶ συντυχόντα καὶ τυχόντα τούτων, ὧνπερ τετύχηκας. Ὁμοίως τοῖς ἄλλοις ἀποστόλοις ἐκλήθης, ὁμοίως αὐτοῖς ἐτιμήθης, ὁμοίως αὐτοῖς καθοπλίσθητι· ὁμοίως αὐτοῖς ἅπερ εἶδον τεθέασαι, ὁμοίως αὐτοῖς ἐθαῤῥήθης, ὡς φίλος, ὅλον μου τὸ μυστήριον· ὁμοίως αὐτοῖς κήρυττε τὴν ἐμὴν δύναμιν. Μὴ πάλιν εἴπῃς μετὰ τὸ ἅπαξ ἰδεῖν· Ἐὰν μὴ πάλιν ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, οὐ μὴ πιστεύσω. Ἕως εἰμὶ μεθ᾿ ὑμῶν, ὡς βούλει, πολυπραγμόνησον· ἕως ἔχεις παρισταμένην σοι τὴν οὐράνιον ἄμπελον, πάντας τοὺς κλάδους αὐτῆς καὶ τοὺς βότρυας ἐρεύνησον. Ἀνελεύσομαι γὰρ εἰς οὐρανοὺς, ὅθεν ἦλθον εἰς γῆν, ἀνελεύσομαι ὅπου εἰμὶ, ἀνελεύσομαι τῇ ἀνθρωπότητι ὅθεν συγκατέβην ὑμῖν τῇ θεότητι, ἀνελεύσομαι μετὰ τούτου τοῦ σώματος, ὁ χωρὶς τούτου ἐκδημήσας ἐκεῖθεν, καὶ μείνας ἐκεῖ· ἀνελεύσομαι μετὰ τῆς ὑμετέρας φύσεως πρὸς τὸν πατρῷον κόλπον, Ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός· ἤνυσα γὰρ τὸ ἔργον, δι᾿ ὃ τὴν ὁδὸν ταύτην πεποίημαι.
Ἁψάμενος τοίνυν ὁ Θωμᾶς τῶν Δεσποτικῶν χειρῶν καὶ τῆς θείας πλευρᾶς, καὶ μεστὸς γενόμενος δειλίας ὁμοῦ καὶ περιχαρείας ἐκ τῆς θέας ὧν ἐπεθύμησε, πρὸς ὑμνῳδίαν εὐθέως τὴν γλῶτταν κινεῖ, βοῶν πρὸς τὸν Κύριον· Ὁ Κύριός μου, καὶ ὁ Θεός μου· σὺ εἶ Κύριος καὶ Θεὸς, σὺ εἶ καὶ ἄνθρωπος καὶ φιλάνθρωπος, σὺ εἶ ξένος καὶ παράδοξος τῆς φύσεως ἰατρός· οὐ τέμνεις σιδήρῳ τὰ πάθη, οὐ καίεις πυρὶ τὰ ἕλκη, οὐκ ἐρανίζῃ παρὰ βοτανῶν τὴν τῶν φαρμάκων ἰσχὺν, οὐκ ἐπιδεσμεύεις ἐπιδέσμοις ὁρατοῖς τὰ κάμνοντα ἕλκη· ἔχεις οἰκτιρμῶν ἐπιδέσμους ἀοράτους, ἀοράτως τὰ διαλελυμένα συσφίγγοντας· ἔχεις λόγον σιδήρου τομώτερον, ἔχεις ῥῆμα πυρὸς δυνατώτερον, ἔχεις νεῦμα φαρμάκου προσηνέστερον. Ὡς δημιουργὸς ἀπόνως ἁγιάζεις τὸ ποίημα, ὡς πλάστης μεταπλάττεις ἀκαμάτως τὰ πλάσματα. Σὺ λέπραν ἀπέξεσας, ὡς ἠθέλησας, σὺ χωλοὺς δρομαίους ἀνέδειξας, σὺ παραλύτους βαστάζειν τὰς ἑαυτῶν κλίνας ἐποίησας, σὺ τυφλοὺς ἐκ γενετῆς ἀπονίψασθαι τὸν ζόφον ἐκέλευσας, σὺ τοὺς δαίμονας ἐκ τῶν σῶν ποιημάτων ἐξώρισας, σὺ παρὰ τῶν ἐχθρῶν ἐκρατήθης βουλόμενος, σὺ θέλων παρὰ τῶν Ἰουδαίων πάντα κατὰ σάρκα πέπονθας δι᾿ ἐμὲ, Ὁ Κύριός μου, καὶ ὁ Θεός μου.
Ἐπέγνων τὸν ἐμὸν Δεσπότην, ἐπέγνων τὸν ἐμὸν ἁλιέα καὶ φύλακα, ἐπέγνων τὸν ἐμὸν βασιλέα καὶ κύριον, Ὁ Κύριός μου, καὶ ὁ Θεός μου. Πιστεύω σου, Δέσποτα, τῇ οἰκονομίᾳ, πιστεύω σου τῇ συγκαταβάσει, πιστεύω σου τῇ προσλήψει τῆς ἐμῆς ἀρχῆς, πιστεύω σου τὸν προσκυνούμενον σταυρόν, πιστεύω σου τοῖς παθήμασι τῆς σαρκὸς, πιστεύω σου τῷ τριημέρῳ θανάτῳ, πιστεύω σου τῇ ἀναστάσει· λοιπὸν οὐκ ἔτι πολυπραγμονῶ· πιστεύω, οὐκέτι λογοθετῶ· πιστεύω, οὐκέτι ζυγοστατῶ· πιστεύω, οὐκέτι περιεργάζομαι· πιστεύω τοῖς ἐμοῖς ὀφθαλμοῖς, πιστεύω τῇ ἐμῇ δεξιᾷ. Ἔμαθον ἀφ᾿ ὧν εἶδον μὴ λογοθετεῖν· ἔμαθον ἀφ᾿ ὧν ἐψηλάφησα προσκυνεῖν, μὴ ζυγομαχεῖν· ἕνα Κύριον καὶ Θεὸν ἐπίσταμαι, τὸν Δεσπότην Χριστόν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔρχομαι νὰ καταβάλλω χωρὶς ἄλλο τὴν ὀφειλή μου. Γιατὶ κι ἂν εἶμαι φτωχὸς ὅμως θέλω νὰ ἀποσπάσω βίαια τὴν εὐγνωμοσύνη σας. Ἔδωσα τὴν ὑπόσχεση νὰ σᾶς φανερώσω τὴν ἀπιστία τοῦ Θωμᾶ καὶ τώρα ἔρχομαι νὰ τὴν ἐκπληρώσω. Τὶς πρῶτες ὀφειλὲς πρῶτα βιάζομαι νὰ ἐξοφλῶ, γιὰ νὰ μὴ μὲ πνίξουν οἱ τόκοι ποὺ μαζεύονται. Συνεργαστῆτε καὶ σεῖς στὴν καταβολὴ τοῦ χρέους μου καὶ ἱκετέψετε τὸ Θωμᾶ, νὰ βάλῃ στὰ χείλη μου τὸ ἅγιο χέρι του, ποὺ ἄγγιξε τὴν πλευρὰ τοῦ Κυρίου, νὰ νευρώσῃ τὴ γλῶσσα μου, γιὰ νὰ σὰς ἐξηγήσῃ ὅσα ποθῆτε. Κι ἐγὼ παίρνοντας θάρρος ἀπὸ τὶς πρεσβεῖες τοῦ ἀποστόλου καὶ μάρτυρα Θωμᾶ διαλαλῶ τὴν πρώτη του ἀπιστία καὶ τὴν ὕστερη ὁμολογία, ποὺ εἶναι τῆς Ἐκκλησίας κρηπίδα καὶ θεμέλιο. Ὅταν μπῆκε ὁ Χριστὸς στοὺς μαθητάς του, ἐνῷ οἱ πόρτες ἦσαν κλεισμένες καὶ βγῆκε πάλι μὲ τὸν ἴδιο τρόπο, ὁ Θωμᾶς ἔλειπε μονάχα. Ἦταν κι αὐτὸ ἔργο τῆς θείας οἰκονομίας. Ἡ ἀπομάκρυνση τοῦ μαθητοῦ νὰ προξενήσῃ περισσότερη ἀσφάλεια καὶ βεβαιότητα. Γιατὶ ἂν ἦταν μαζὶ ὁ Θωμᾶς, δὲ θὰ εἶχε βέβαια ἀμφιβολία· κι ἂν δὲν εἶχε ἀμφιβολία, δὲν θὰ ζητοῦσε μ᾿ ἐπιμονή· καὶ ἂν δὲν ζητοῦσε, δὲ θὰ ψηλαφοῦσε· ἂν ὅμως δὲν ψηλαφοῦσε, δὲ θὰ ὡμολογοῦσε τὸν Κύριο καὶ Θεὸ κι ἂν δὲν ὡμολογοῦσε Κύριο καὶ Θεό, τὸ Χριστό, δὲ θὰ εἴχαμε ἐμεῖς διδαχθῆ νὰ τὸν δοξολογοῦμε μ᾿ αὐτὸν τὸν τρόπο. Ὥστε μὲ τὴν ἀπιστία του ὁ Θωμᾶς μᾶς ποδηγέτησε πρὸς τὴν ἀλήθεια καὶ ὅταν ᾖρθε ὕστερα σταθεροποίησε τὴν πίστη μας.
Έλεγαν λοιπὸν οἱ μαθηταὶ στὸ Θωμᾶ ὅταν ᾖρθε. Ἔχομε δεῖ τὸν Κύριο, ἔχομε δεῖ αὐτὸν ποὺ εἶπε· ἐγὼ εἶμαι τὸ φῶς τοῦ κόσμου· ἔχομε δεῖ αὐτὸν ποὺ εἶπε ἐγὼ εἶμαι ἡ ἀνάσταση καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια· καὶ βρήκαμε τὴν ἀλήθεια τῶν λόγων νὰ λάμπῃ μέσα στὰ πράγματα. Ἔχομε δεῖ αὐτὸν ποὺ εἶπε· σὲ τρεῖς ἡμέρες σηκώνομαι, κι ἀφοῦ εἴδαμε μὲ τὰ μάτια μας τὴν ἀνάσταση προσκυνήσαμε αὐτὸν ποὺ ἀναστήθηκε. Τὸν ἀκούσαμε νὰ μᾶς λέῃ «εἰρήνη σ᾿ ἐσᾶς», κι ἀλλάξαμε τὸ σκοτισμὸ τῆς λύπης σὲ γαλήνια χαρά. Εἴδαμε τὰ χέρια του ποὺ δέχτηκαν τὶς αἰχμὲς τῶν καρφιῶν, εἴδαμε τὰ χέρια ποὺ κατηγοροῦν τὴ λύσσα τῶν θεομάχων σκυλιῶν, εἴδαμε τὰ χέρια ποὺ ὕφαναν τὴν ἀφθαρσία μας. Εἴδαμε καὶ τὴν πλευρὰ ποὺ κραυγάζει καθαρώτερα ἀπὸ κάθε κήρυκα τὴν καλωσύνη τοῦ πληγωμένου. Εἴδαμε τὴν ἴδια τὴν πλευρά, ποὺ οἱ ἄγγελοι ὑμνοῦν καὶ οἱ πιστοὶ σέβονται καὶ οἱ δαίμονες τρέμουν. Δεχτήκαμε καὶ τὴ θεϊκὴ πνοὴ ἀπὸ τὸ θεϊκὸ στόμα του, φύσημα πνευματικό, φύσημα ποὺ σκορπίζει κάθε χάρη. Ὁ ἐξουσιαστὴς ἔδωσε καὶ σ᾿ ἐμᾶς ἐξουσία νὰ συγχωροῦμε τὰ σφάλματα. Ἀποκτήσαμε τὸ δικαίωμα νὰ κρίνωμε τοὺς ἁμαρτωλούς, ἀφοῦ μᾶς ἔδωσε τέτοια ἐντολή. Ἂν ἀφήσετε τὶς ἁμαρτίες μερικῶν, ἀφήνονται· ἂν μερικῶν τὶς κρατήσετε, κρατοῦνται. Τέτοια βαθειὰ χαρὰ πήραμε ἀπ᾿ τὸ Σωτῆρα, τέτοια δῶρα ἀπολαύσαμε. Ἀδύνατο νὰ μὴν πλουτίσωμε, ἀφοῦ μας ἔτυχε τέτοιος Κύριος. Ἔμεινε φτωχὸς μόνο αὐτὸς ποὺ δὲ βρέθηκε μαζί μας. Κι ὁ Θωμᾶς τί τοὺς εἶπε. Ἔχετε δεῖ τὸν Κύριο; Καλά. Αὐτὸν ποὺ εἴδατε λοιπὸν νὰ τὸν σέβεστε πιὸ πολύ. Αὐτὸν ποὺ παρατηρήσατε, νὰ τὸν κηρύττετε ἀδιάκοπα. Ἐγὼ ὅμως, ἂν δὲ δῶ μέσα στὶς παλάμες του τὰ ἴχνη τῶν καρφιῶν καὶ δὲ βάλω τὸ δάχτυλό μου στὸ σημάδι ἀπ᾿ τὰ καρφιὰ καὶ δὲ βάλω τὸ χέρι μου στὴν πλευρά του, δὲ θὰ πιστέψω. Κι ἐσεῖς δὲ θὰ πιστεύατε, ἂν δὲν βλέπατε πρῶτα· ἔτσι κι ἐγὼ ἂν δὲν ἰδῶ δὲ θὰ πιστέψω». Μεῖνε, Θωμᾶ, σταθερὸς στὸν πόθο σου αὐτόν, μεῖνε σταθερός με ἐπιμονή, γιὰ νὰ δῇς ἐσὺ καὶ νὰ βεβαιωθῇ ἡ ψυχή μου. Μεῖνε σταθερός, ζητώντας αὐτὸν ποὺ εἶπε, «Ζητᾶτε καὶ θὰ βρῆτε». Μὴν προσπεράσης ἁπλῶς, ἐρευνώντας, ἂν δὲν εὕρῃς τὸ θησαυρὸ ποὺ ζητᾷς, χτύπα μ᾿ ἐπιμονὴ τὴν πόρτα τῆς ἀναντίρρητης γνώσης, ὥσπου νὰ σοῦ τὴν ἀνοίξῃ αὐτὸς ποὺ εἶπε «χτυπᾶτε καὶ θὰ σᾶς ἀνοίξω». Ἀγαπῶ τὸ διχασμὸ τῶν λογισμῶν σου, γιατί κόβει κάθε διχασμό. Ἀγαπῶ τὴ φιλομάθειά σου, γιατί κόβει σύρριζα κάθε φιλονεικία. Μὲ χαρὰ ἀκούω πολλὲς φορὲς τὰ λόγια σου· ἂν δὲ δῶ στὰ χέρια του τὸ σημάδι ἀπ᾿ τὰ καρφιά, δὲ θὰ πιστέψω. Γιατί σὺ ἀπιστεῖς κι ἐγὼ μαθαίνω νὰ πιστεύω. Ἐσὺ σκάβεις μὲ τὸ δικέλλι τῆς γλώσσας τὸ θεῖο σῶμα, κι ἐγὼ θερίζω ἄκοπα τὸν καρπὸ καὶ τὸν μαζεύω γιὰ μένα. Ἂν δὲν ἰδῶ μ᾿ αὐτά μου τὰ μάτια μέσα στ᾿ ἅγια του χέρια, τ᾿ αὐλάκια ποὺ σὰν μὲ ἀλέτρι χάραξαν οἱ ἀσεβεῖς, μὲ κανένα τρόπο δὲ θὰ συμφωνήσω μὲ τὰ λόγιά σας. Ἂν δὲ βάλω αὐτό μου τὸ δάχτυλο στὶς λακκοῦβες τῶν καρφιῶν, δὲ θὰ δεχτῶ τὸ καλὸ μήνυμά σας. Ἂν δὲν κρατήσω μ᾿ αὐτό μου τὸ χέρι τὴν πλευρὰ ἐκείνη, ποὺ ἀνύποπτη μαρτυρεῖ τὴν ἀνάσταση, δὲν μπορῶ νὰ πιστέψω τὴ γνώμη σας. Γιατί κάθε λόγος εἶναι ἰσχυρὸς καὶ βέβαιος, ἂν δεχτῇ τὴ συνηγορία ὅλων τῶν πραγμάτων· καὶ κάθε λόγος ποὺ δὲν ἔχει τὴ μαρτυρία τῶν ἔργων εἶναι χωρὶς σημασία καὶ ἀπὸ τὸ στόμα στὸν ἀέρα χάνεται. Θὰ κηρύξω στοὺς ἀνθρώπους τὰ θαύματα τοῦ Δασκάλου. Πῶς λοιπὸν μὲ τὰ λόγια νὰ πῶ αὐτὰ ποὺ δὲν ἀντιλήφθηκα μὲ τὰ μάτια μου; Πῶς θὰ κάνω τοὺς ἄπιστους νὰ πιστέψουν, αὐτὰ ποὺ μήτε ἐγὼ δὲν τἄχω παρακολουθήσει; Νὰ πῶ στοὺς Ἰουδαίους καὶ στοὺς Ἕλληνες ὅτι ἔχω δεῖ τὸν Κύριό μου νὰ τὸν σταυρώνουν. Δὲν τὸν εἶδα ὅμως νὰ ἔχει ἀναστηθῇ ἀλλὰ μόνο ἄκουσα. Καὶ ποιὸς δὲν θὰ περιπαίξῃ τὰ λόγια μου; Ποιὸς δὲ θὰ δείξη περιφρόνηση στὸ κήρυγμά μου; Ἄλλο πρᾶγμα εἶναι ν᾿ ἀκούσῃς κάτι καὶ ἄλλο νὰ τὸ δῇς, ἄλλο πρᾶγμα εἶναι ἡ ἀφήγηση λόγων κι ἄλλο ἡ θέα καὶ ἡ ἐμπειρία τῶν πραγμάτων. Ἔτσι ἐπειδὴ ὁ Θωμᾶς εἶχε ἀμφίβολη γνώση, σὲ ὀχτὼ μέρες ὁ Δεσπότης ξαναῆρθε πάλι στοὺς μαθητάς του ποὺ ἦταν συγκεντρωμένοι ὅλοι μαζί. Ἄφησε πρῶτα νὰ κατηχηθῆ ὁ Θωμᾶς ἀπὸ τοὺς συμμαθητάς του στὶς ἐνδιάμεσες μέρες. Παραχώρησε νὰ φλογιστῇ ἀπὸ τὴ δίψα νὰ τὸν ἀντικρύσῃ. Κι ὅταν ἡ ψυχή του ἄναψε ἀπὸ τὸν σφοδρὸ πόθο τῆς θέας του, τότε στὴν ὥρα πάνω ὁ ποθητὸς βρῆκε αὐτόν, ποὺ τὸν ποθοῦσε. Ὅμοια, ὅπως καὶ πρῶτα, μὲ κλεισμένες τὶς πόρτες τὸ ἔκανε αὐτὸ καὶ ξανά, ὅπως καὶ πρῶτα, τοὺς εἶπε· «εἰρήνη σ᾿ ἐσᾶς», γιὰ νὰ ταυτιστῇ τὸ πρᾶγμα μὲ τὸ θαῦμα καὶ γιὰ νὰ βεβαιώσῃ τὸ λόγο τῶν ἀποστόλων καὶ γιὰ νὰ παραστήσῃ τὴν ἀκρίβεια τοῦ δεύτερου ἐρχομοῦ του. Ἔπειτα εἶπε στὸ Θωμᾶ. Βάλε τὸ δάχτυλό σου ἐδῶ καὶ ἰδὲς τὰ χέρια μου. Τί ὕψος ἀπέραντης φιλανθρωπίας! Τί πέλαγος ἀμέτρητης συγκαταβάσεως! Δὲν περίμενε τὴν προσέλευση τοῦ μαθητοῦ, δὲν περίμενε νὰ πλησιάσῃ αὐτὸς ποὺ εἶχε ἀνάγκη, νὰ παρακαλέσῃ καὶ νὰ ἐπιτύχῃ ὅτι ἤθελε. Μήτε γιὰ λίγο δὲν τὸν στέρησε ἀπὸ τὴν ἐπιθυμία, ἀλλὰ ὁ ἴδιος ὁ ἀγαπημένος αὐτὸν ποὺ τὸν ἀγαποῦσε μὲ τὴ βία τραβοῦσε κοντά του, ὁ ἴδιος ἔσυρε στὴν πληγὴ τὸ δάχτυλο ἐκείνου ποὺ εἶχε τὸν πόθο, ὁ ἴδιος με τὴ δεσποτικὴ γλῶσσα του, τράβηξε τὸ δουλικὸ χέρι λέγοντας σ᾿ αὐτόν. Βάλε τὸ δάχτυλό σου ἐδῶ καὶ ἰδὲς τὰ χέρια μου.
Ἄκουσα, Θωμᾶ, ἀπὼν σὰν ἄνθρωπος ἀλλὰ παρὼν σὰν Θεός, ὅ,τι εἶπες στοὺς ἀδελφούς σου. Ἤμουν κοντά σας μὲ τὴ θεϊκότητά μου καὶ χώρια σας μὲ τὴν ἀνθρωπίνη φύση μου. Θέλεις νὰ σοῦ ὑπενθυμίσω τὰ λόγια ποὺ εἶπες προηγουμένως; Δὲν εἶπες, ἂν δὲ δῶ μέσα στὰ χέρια τοῦ τὰ σημάδια τῶν καρφιῶν καὶ δὲ βάλω τὸ δάχτυλό μου στὰ σημάδια τῶν καρφιῶν καὶ δὲ βάλω τὸ χέρι μου στὴν πλευρά του, δὲ θὰ πιστέψω; Δὲ βγῆκαν ἀπὸ τὰ χείλη σου τὰ λόγια αὐτά; Τὰ λόγια αὐτὰ δὲ ἀνταποκρίνονται στοὺς λογισμούς σου; Γι᾿ αὐτὸ ξαναῆλθα· γιὰ νὰ μὴν ἀμφιβάλλῃς. Γι᾿ αὐτὸ εἶμαι κοντὰ σας δεύτερη φορά, γι᾿ αὐτὰ ποὺ ἐπιθυμεῖς ἔχω φτάσει καὶ τώρα ᾖρθα γιὰ σένα, τὸν ἕνα, ἐγὼ ποὺ γιὰ τὸ χαμένο πρόβατο κατέβηκα ἀπὸ τοὺς οὐρανοὺς χωρὶς ἐν τούτοις νὰ τοὺς ἀφήσω. Μὴ διστάσῃς λοιπὸν νὰ μάθῃς ὅ,τι ποθεῖς, μὴν ντρέπεσαι νὰ κοιτάξῃς καλὰ ὅ,τι θέλεις. Μὴν ἀποφύγῃς νὰ βάλῃς τὸ δάχτυλό σου στὰ ἴδια τὰ χέρια μου. Ἀνέχομαι καὶ τὰ περίεργα δάχτυλα, ὅπως ἀνέχτηκα τὰ καρφιά. Ὑπομένω τὴν περιέργεια τοῦ φίλου, ὅπως ὑπόμεινα τὴν κακία τῶν ἐχθρῶν. Μὲ σταύρωσαν οἱ ἐχθροί μου καὶ δὲν ἀγανάκτησα καὶ δὲ θὰ ὑποφέρω τὴν δική σου ἐξέταση; Βάλε τὸ δάχτυλό σου ἐδῶ καὶ ἰδὲς τὰ χέρια μου, ποὺ τραυματίστηκαν γιὰ σᾶς, γιὰ νὰ θεραπεύουν τὰ χτυπήματα τῶν δικῶν σὰς ψυχῶν. Ἰδὲς τὰ χέρια μου καὶ συλλογίσου ἂν εἶμαι ἐκεῖνος ποὺ θεληματικὰ σταυρώθηκε ἡ κάποιος ἄλλος. Ἰδὲς τὰ χέρια μου, ποὺ ἄφησα νὰ διατηροῦν τὰ σύμβολα τῆς Ἑβραϊκῆς μανίας κι ὅταν μὲ τὴ συνηθισμένη ἀναίδειά τούς μοῦ ποῦν οἱ Ἑβραῖοι κατὰ τὴν ἡμέρα τῆς κρίσεως ὅτι ἐμεῖς Κύριε, δὲ σὲ σταυρώσαμε, τότε θὰ δείξω σ᾿ αὐτοὺς ποὺ μὲ πολέμησαν, τὰ χέρια μου μ᾿ αὐτὴ τὴ μορφὴ καὶ θὰ ντροπιάσω τοὺς Ἑβραίους μόλις τ᾿ ἀντικρύσουν. Ἰδὲς τὰ χέρια μου, καὶ τὸ ἀληθινὸ γεγονὸς τῆς ἀναστάσεώς μου μὴ νομίσῃς πῶς εἶναι μία φαντασία. Κράτησε αὐτὰ τὰ χέρια, σὰν ὁμήρους γιὰ τὸν ξαναγεννημό σας. Κράτησε αὐτὰ τὰ χέρια, σὰν ἐνέχυρα γιὰ τὴν ἀνάστασή σας μέσα ἀπὸ τὸν τάφο. Κράτησε αὐτὰ τὰ χέρια, σὰν ἄγκυρα ποὺ ἔπεσε στὸ βυθὸ τοῦ Ἅδη. Καμμιὰ χειμωνιὰ τῆς ζωῆς μὴ φοβηθῇς, καμμιὰ ζάλη τοῦ κόσμου ἂς μὴ σὲ ζαλίσῃ. Μὴ φοβηθῇς τὸ φύσημα τῶν ἀντιθέτων ἀνέμων, ἂς μὴ σὲ ἀνησυχήσουν οἱ καταιγίδες κι οἱ σκόπελοι τῆς θάλασσας τῶν ἐχθρῶν. Πέρνα μὲ θάρρος τὸ πέλαγος τῆς ζωῆς, ταξίδευε κρατώντας τὴν ἄγκυρα τοῦ πνεύματος, ταξίδευε ἔχοντας μπροστά σου σὰν λιμάνι τὸν οὐρανό. Ταξίδευε καὶ νὰ φοβᾶσαι μόνο τῆς ἀρνήσεώς μου τὸ ναυάγιο. Περιγέλα τὸ θάνατο σὰ νεκρό, περίπαιζε τὴ φθορὰ σὰν ἀνίσχυρη. Ἀποδέχου γιὰ χάρη μου τὸ τέλος τῆς ζωῆς σὰν ἀρχὴ μιᾶς πιὸ ἐσωτερικῆς ζωῆς καὶ φέρε τὸ χέρι σου καὶ βάλτο στὴν πλευρά μου. Ἄντλησε μὲ τὸ χέρι σου ἀπὸ τὴ βρύση αὐτὴ τῆς ζωῆς τὸ νᾶμα ποὺ ποθεῖς, τὴ δίψα σου ἀνακούφισε. Φέρε τὸ χέρι σου καὶ βάλτο στὴν πλευρά μου. Βάλε τὸ χέρι στὸ ἰατρεῖο τῆς πλάσης καὶ βγάλε τὸ φάρμακο τῆς ἐπιθυμίας σου. Δέχομαι ἄγγιγμα χεριοῦ ποὺ μ᾿ ἀγαπᾷ ἐγὼ ποὺ δέχτηκα τὴν πληγὴ τῆς λόγχης. Φέρε τὸ χέρι σου καὶ βάλτο στὴν πλευρά μου, γιὰ νὰ μπορεῖς ν᾿ ἀγωνίζεσαι γι᾿ αὐτήν, γιὰ νὰ μπορεῖς ν᾿ ἀποκριθῇς σ᾿ αὐτοὺς ποὺ πολεμοῦν τὴν ἀλήθεια, ὅτι μὲ εἶδες μετὰ τὴν Ἀνάσταση καὶ μ᾿ ἀναγνώρισες καὶ μὲ ψηλάφησες προσεκτικά. Φέρε τὸ χέρι σου καὶ βάλτο στὴν πλευρά μου. Γιὰ σένα τὴν ἄφησα ἔτσι ἐγὼ ποὺ θεράπευσα τὰ σώματα καὶ τὶς ψυχὲς τῶν ἄλλων. Πρόβλεψα σὰν Θεὸς ὅτι θὰ θελήσῃς νὰ τὴ δῇς ἔτσι καὶ βλέποντας τ᾿ ἀχνάρια τοῦ πάθους στὴν σάρκα μου θέλησα νὰ θεραπεύσῃς τὸ πάθος τῆς ψυχῆς σου. Φέρε τὸ χέρι σου, καὶ βάλτο στὴν πλευρά μου ποὺ τὴ φύλαξα ἔτσι μὲ κάποιο σκοπό. Ὅταν γυρίσω πάλι ἀπὸ τοὺς οὐρανοὺς καὶ καθίσω σὲ θρόνο κριτὴς ζωντανῶν καὶ νεκρῶν νὰ ἰδοῦν οἱ Ἑβραῖοι κατάματα τὰ ἔργα τῆς κακίας τους καὶ μόνοι τους ν᾿ αὐτοδικαστοῦν - καὶ μὴ φανῇς ἄπιστος ἀλλὰ πιστός. Κακὸ ἡ ἀπιστία, κάνει τὸν νοῦ νὰ βουλιάξῃ. Ἢ πίστη τὸν ἀναρπάζει στὸν οὐρανό. Ἡ ἀπιστία τυφλώνει τὴν ψυχή. Ἡ πίστη σκορπᾷ τὸ φῶς της στοὺς λογισμούς. ἡ πίστη καὶ τὰ ἀόρατα κατακάθαρα βλέπει, ὁ ἄπιστος εἶναι σ᾿ ἄγνοια ὁλοκληρωτική. Μὴ γίνῃς ἄπιστος ἀλλὰ πιστός. Παραμέρισε τὸ νέφος τῆς ἀπιστίας καὶ κοίταξε τὶς καθαρὲς ἀκτῖνες τῆς πίστης. Γίνου μέσα σὲ ὅλους ἄξιος ἀπόστολος τῆς θεότητάς μου. Γίνου τέτοιος ὅπως πρέπει νὰ εἶναι αὐτὸς ποὺ μὲ συνάντησε καὶ εἶδε τέτοια ὅπως ἐσύ. Ὅμοια μὲ τοὺς ἄλλους ἀποστόλους σὲ κάλεσα, ὅμοια μ᾿ αὐτοὺς σὲ τίμησα, ὅμοια μ᾿ αὐτοὺς ὁπλίσου. Ὅμοια μ᾿ αὐτοὺς εἶδες ὅ,τι εἶδαν, ὅμοια μ᾿ αὐτοὺς σὲ ἐμπιστεύθηκα σὰ φίλο, ὅλο μου τὸ μυστήριο, ὅμοια μ᾿ αὐτοὺς κήρυξε τὴ δύναμή μου. Μὴν πῶς πάλι, ἀφοῦ μὲ εἶδες μία φορά. Ἂν δὲ δῶ πάλι στὰ χέρια του τὰ σημάδια τῶν καρφιῶν δὲ θὰ πιστέψω. Ὅσο εἶμαι μαζί σας ἄφησε ἐλεύθερη, ὅπως θέλεις, τὴν περιέργειά σου. Ὅσο ἔχεις δίπλα σου τὸ οὐράνιο κλῆμα ὅλα τὰ κλαδιὰ καὶ τὰ σταφύλια τοῦ ἐρεύνησε. Θ᾿ ἀνεβῶ στοὺς οὐρανούς, ἀπ᾿ ὅπου ᾖρθα στὴ γῆ, θ᾿ ἀνεβῶ, ὅπου εἶμαι. Θ᾿ ἀνεβῶ μὲ τὴν ἀνθρωπίνη φύση μου ἐκεῖ ἀπ᾿ ὅπου γιὰ χάρη σὰς κατέβηκα μὲ τὴ θεία μου φύση. Θ᾿ ἀνεβῶ μ᾿ αὐτό μου τὸ σῶμα, ἂν καὶ χωρὶς αὐτὸ ᾖρθα ἀπὸ κεῖ κι ἔμεινα ἐκεῖ πέρα. Θ᾿ ἀνεβῶ στοὺς κόλπους τοὺς πατρικοὺς μὲ τὴ δική σας φύση, ἂν καὶ εἶμαι στοὺς κόλπους τοῦ πατέρα. Τελείωσα τὸ ἔργο μου γιὰ χάρη τοῦ ἔκανα αὐτὴ τὴν πορεία.
Ἀφοῦ ἄγγιξε λοιπὸν ὁ Θωμᾶς τὰ χέρια τοῦ Κυρίου καὶ τὴ θεία πλευρὰ γέμισε ἀπὸ δειλία καὶ ἀπὸ χαρὰ μαζὶ βλέποντας αὐτὰ ποὺ ἐπιθύμησε καὶ ἀμέσως ξεσπᾷ σὲ ὕμνο τοῦ Κυρίου κραυγάζοντας. Κύριέ μου καὶ Θεέ μου. Σὺ εἶσαι ὁ Κύριος καὶ ὁ Θεός. Σὺ εἶσαι ὁ ἄνθρωπος καὶ ὁ φιλάνθρωπος. Σὺ εἶσαι ξενόφερτος καὶ παράξενος γιατρὸς τῆς πλάσης. Δὲν κόβεις μὲ τὸ νυστέρι τ᾿ ἄρρωστα μέλῃ, δὲν καῖς μὲ τὴ φωτὰ τὶς πληγές, δὲν μαζεύεις ἀπ᾿ τὰ βοτάνια τὴν δύναμη τῶν φαρμάκων σου, δὲ δένεις μὲ ὁρατοὺς ἐπιδέσμους τὶς πληγὲς ποὺ μᾶς ἀφανίζουν. Διαθέτεις ἀόρατους ἐπιδέσμους ἀγάπης, ποὺ ἀόρατα τονώνουν τὰ καταπονημένα μέλη. Ἔχεις λόγο ποὺ εἶναι πιὸ κοφτερὸς ἀπὸ τὸ μαχαῖρι. Ἔχεις λόγο πιὸ δυνατὸ ἀπ᾿ τὴ φωτιά. Ἔχεις βλέμμα ἀπ᾿ τὸ φάρμακο πιὸ ἁπαλό. Σὰν δημιουργὸς ἁγιάζεις χωρὶς κόπο τὸ δημιούργημά σου, σὰν πλάστης χωρὶς νὰ κουραστῇς μεταπλάθεις τὰ πλάσματά σου. Σὺ κατὰ τὸ θέλημά σου τοὺς λεπροὺς καθάρισες, τοὺς κουτσούς τους ἔκανες νὰ τρέχουν, τοὺς παράλυτους νὰ σηκώνουν τὰ κρεβάτια τους, τοὺς γεννημένους τυφλοὺς τοὺς προστάζεις νὰ πετάξουν μὲ νίψιμο τὸ σκοτάδι. Ἐξώρισες τοὺς δαίμονες ἀπ᾿ τὰ δημιουργήματά σου, μὲ θέλημά σου πιάστηκες ἀπ᾿ τοὺς ἐχθροὺς καὶ ἀπ᾿ τοὺς Ἑβραίους, τὰ πάντα δέχτηκες γιὰ μένα στὸ σῶμα σου. Ὦ Κύριε καὶ Θεέ μου.
Ἀναγνώρισα τὸν Κύριό μου, ἀναγνώρισα τὸν ἁλιέα καὶ φύλακά μου, ἀναγνώρισα τὸ βασιλιὰ καὶ Κύριό μου. Ὦ Κύριέ μου καὶ Θεέ μου. Πιστεύω Κύριε στὴν οἰκονομία σου, πιστεύω στὴν συγκατάβασή σου, πιστεύω στὴν ἀνάληψη ἀπὸ μέρους σου τῆς φροντίδας μου, πιστεύω στὸν προσκυνητό σου σταυρό, πιστεύω στὰ παθήματα τῆς σάρκας σου, πιστεύω στὸν τριήμερο θάνατό σου, πιστεύω στὴν ἀνάστασή σου. Λοιπὸν δὲν ἔχω πιὰ περιέργεια. Πιστεύω, δὲν κάνω πιὰ ἔλεγχο. Πιστεύω, δὲν στήνω πιὰ τὴ ζυγαριὰ τοῦ νοῦ. Πιστεύω, δὲν ἔχω πιὰ περιέργεια. Πιστεύω στὰ μάτια μου καὶ στὰ χέρια μου. Μὲ δίδαξαν αὐτὰ ποὺ εἶδα νὰ μὴν κάνω ἔλεγχο. Ψηλάφησα κι ἔμαθα νὰ προσκυνῶ ὄχι νὰ φιλονικῶ. Ἕνα Κύριο καὶ Θεὸ γνωρίζω, τὸν Κύριό μου Χριστό. Ἂς εἶναι δεδοξασμένος καὶ δυνατὸς στοὺς αἰῶνες.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου